Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 18 Φεβρουαρίου 2024, Κυριακὴ ΙΖ΄ Ματθαίου (Ματθ. ιε΄ 21-28)
21 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. 22 καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ λέγουσα· ἐλέησόν με, Κύριε, υἱὲ Δαυΐδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. 23 ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτὸν λέγοντες· ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. 24 ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 25 ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. 26 ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. 27 ἡ δὲ εἶπε· ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. 28 τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· ὦ γύναι, μεγάλη σου ἡ πίστις! γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ
21 Κι ἀφοῦ ἔφυγε ἀπό κεῖ ὁ Ἰησοῦς, ἀναχώρησε πρός τά μέρη τῆς Τύρου καί Σιδώνας. 22 Τότε μιά γυναίκα Χαναναία πού βγῆκε ἀπό τά σύνορα ἐκεῖνα τοῦ φώναξε δυνατά: Ἐλέησέ με, Κύριε, ἔνδοξε ἀπόγονε τοῦ Δαβίδ. Ἡ κόρη μου κατέχεται ἀπό δαιμόνιο καί ὑποφέρει φρικτά.23 Ὁ Κύριος ὅμως δέν τῆς ἀποκρίθηκε οὔτε λέξη. Πλησίασαν τότε οἱ μαθητές του κι ἄρχισαν νά τόν παρακαλοῦν λέγοντας: Κάνε της αὐτό πού ζητᾶ, γιά νά φύγει, διότι φωνάζει δυνατά ἀπό πίσω μας, κι ἀπ’ τίς φωνές της θά μαζευτεῖ πολύς λαός. 24 Αὐτός τούς ἀποκρίθηκε: Δέν μέ ἀπέστειλε ὁ Πατέρας μου παρά γιά τά χαμένα πρόβατα τοῦ ἰσραηλιτικοῦ γένους. 25 Ἐκείνη ὅμως, ἀφοῦ πλησίασε, ἔπεσε μέ εὐλάβεια στά πόδια τοῦ Κυρίου λέγοντας: Κύριε, βοήθα με στή δυστυχία μου! 26 Αὐτός τῆς ἀποκρίθηκε: Δέν εἶναι σωστό νά πάρει κανείς τό ψωμί τῶν παιδιῶν καί νά τό ρίξει στά σκυλάκια. 27 Κι ἐκείνη εἶπε: Ναί, Κύριε· δέχομαι ὅτι εἶμαι σκυλάκι. Διότι καί τά σπιτίσια σκυλάκια τρῶνε ἀπό τά ψίχουλα πού πέφτουν ἀπό τό τραπέζι τῶν κυρίων τους. 28 Τότε ὁ Ἰησοῦς τῆς ἀποκρίθηκε: Ὤ γυναίκα, εἶναι μεγάλη ἡ πίστη σου. Ἄς γίνει σέ σένα ὅπως τό θέλεις. Καί πράγματι ἀπ’ τήν ὥρα ἀκριβῶς ἐκείνη γιατρεύτηκε ἡ κόρη της.
Σχόλια
Δημοσίευση σχολίου